|
ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE
|
|
ΑΠΟΦΘΕΓΜΑΤΑ ΛΑΚΩΝΙΚΑ ΑΓΑΣΙΚΛΗΣ [208a] Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός [208b] τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη � Τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἴην καὶ υἱός. � Πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν 〈τῶν πολιτῶν〉 ἄρχειν ἀσφαλῶς δύναιτο, � Ἐὰν οὕτως � ἔφη � αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν. � ΑΓΗΣΙΛΑΟΣ Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέροι, � Εἰ μὲν πολὺς οἶνός ἐστιν � ἔφη � παρεσκευασμένος, [208c] ὅσον ἕκαστος αἰτεῖ· εἰ δ� ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι. � Κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, � Ὡς σφόδρα πονηρός � εἶπεν � ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος. � Ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, � Οὐδὲ σκυτοτόμον � ἔφησεν � ἡγοῦμαι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι. � Φαμένου δέ τινός ποτε πρὸς αὐτόν � Ὡμολόγηκας �, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, � Ναὶ μὰ Δία, εἴ γ� ἐστὶ δίκαιον � ἔφη· � εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δ� οὔ. � [208d] Ἐπειπόντος δέ � Ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅττι κεν κεφαλῇ κατανεύσωσιν � � Οὐ μᾶλλον � ἔφη � ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν. � Ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν. Ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δ� ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν � Εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ� οἱ ἄνδρες [208e] τοὺς τόπους ἐπιδεικνύουσι. � Προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, � Νὴ τὼ θεώ � φησίν, � οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντ� ἀναδεχόμενον. � Ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη· λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε καὶ προσεῖπε � Νὴ τοὺς θεοὺς, ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ. � [208f] Ἄλλοτ� ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν � Ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε; � Βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ· κελεύσαντος δέ, εἴπερ ἐστίν, ᾧ δοκεῖ, στρατεύεσθαι, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· [209a] οἱ δ� ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. Πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως � Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; � συναινέσαντος δὲ αἱρεθεὶς οὕτως ἐστρατεύσατο. Ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων· [209b] ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος εἶπε τοῖς φίλοις ὅτι σπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον. Τοῖς δ� ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον 〈ἕκαστον〉 ἀνθ� ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας, ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. Καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα [209c] κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι. Ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς [πωλεῖν] ἐπίπρασκον οἱ λαφυροπῶλαι καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατροφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος � Ταῦτα μέν � εἶπεν � ὑπὲρ ὧν μαχεῖσθε, οὗτοι δὲ οἷς μαχεῖσθε. � Τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. Τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη [209d] τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν· καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι. Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν· ὡς δ� ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος. Τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, εἰ δ� ἐθέλει καὶ μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον, χρόνον [οὐκ] ὀλίγον πρὸς αὑτῷ [209e] γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας � Οὐδέν � ἔφη � δεῖ πείθειν ἐκεῖνον ὑμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν· ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι. � Τὰ δ� ἄλλ� ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον [πρὸς αὐτούς]. Φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· � Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δ� ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δ� ἄφες. � Ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων [209f] ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. Ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἀποστραφεὶς εἶπεν � Ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν. � Δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δ� οὐ δεσπότῃ ἀλλ� ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· [210a] πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. Ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε. Διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καὶ τρυφῇ, καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ [δεῖν] τῶν ἰδιωτῶν περιεῖναι. Πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, � Καταφρονεῖν � ἔφη � τῶν ἡδονῶν. � Πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων � Ἀντὶ ταύτης � ἔφη � τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα. � [210b] Ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μὴ 〈περιμεῖναι〉, πότε καιρὸς τούτου γενή〈σε〉ται, � Ἀλλ� ἐγώ � εἶπεν � ἐμαυτὸν ἐθίζω [λέγων] ὥστ� ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν. � Καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον διὰ τί σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, � Ἵνα � φησίν � οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας. � � Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ [210c] μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πόματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. Λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. Πυθομένων δὲ τὴν αἰτίαν, ἔφη � Τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια. � Πάλιν δὲ τῶν � Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ� αὐτοῦ εὐεργετεῖσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμησάντων [210d] καὶ πρεσβείαν περὶ τούτου ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους ἔχει δύναμιν· φαμένων δέ, � Ἄγετ� � ἔφη � ποιήσατε πρώτους ἑαυτοὺς 〈θεούς〉· καὶ τοῦτ� ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι. � Τῶν δ� ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προέγραψεν � Ἐμοῦ μηδεμία εἰκὼν ἔστω μήτε γραπτὴ μήτε πλαστὴ μήτε κατασκευαστή. � Θεασάμενος δ� ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα [210e] παρ� αὐτοῖς φύεται 〈τὰ〉 ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, � Τί οὖν; � εἶπεν � εἰ τετράγωνα ἦν, στρογγύλ� 〈ἂν〉 ἐτελεῖτε; � Ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, κραδάνας τὸ δόρυ εἶπεν � Ἄχρις οὗ τοῦτο φθάνει. � Ἄλλου δ� ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους � Ταῦτ� ἐστιν � εἶπε � τὰ Λακεδαιμονίων τείχη. � Ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, � Οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι, [τὰς πόλεις � ἔφη � ]ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς. � Τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν. [210f] Ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων. Ἐμεγαλύνετο δ� ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν. Θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, � Οὐκ αἰσθάνῃ � ἔφη � ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει; � Ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, � Θανάτου καταφρονήσας � ἔφη. Ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετ� αὐλῶν ἀγωνίζονται, [211a] ἔφη � Ἵν�, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι. � Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν � Ἀλλ� οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε. � Πολλὴν δὲ τῆς Ἀσίας ὑφ� ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπ� αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς. Μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα [τῆς] τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου [αἰτίας] διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν [211b] τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών. Τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας. Καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε· � Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν· τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν [211c] τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δ� αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν. � Ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. Οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τρωχαλεῖς, οἷς καὶ Ξέρξης ὡς λέγεται ἔδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας, [211d] � Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι; � προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε. Τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δ� ἐκείνου βουλεύ〈ς〉εσθαι, � Βουλευέσθω τοίνυν � εἶπεν, � ἡμεῖς δ� ἤδη πορευσόμεθα. � Θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. Τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει [211e] τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. Συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε. Πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδ� ἐπηρμένος τῇ νίκῃ, [211f] ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας � Φεῦ τᾶς Ἑλλάδος � ἔφη � ἣ τοσούτους ὑφ� αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικᾶν ἅπαντας. � Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς δι� ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ� ἱππικῇ φρονοῦντας ἐκράτησε. [212a] Διφρίδα δ� οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. Καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν τῶν καθ� ἑαυτὸν γενομένων. Οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδ� ἐπανελθών. Ὁρῶν δ� ἐνίους τῶν πολιτῶν ἀφ� ἱπποτροφίας [212b] δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα. Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ� ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, 〈ὡς〉 τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι. Ἄλλοτε δ� ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς [212c] ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, � Διότι � εἶπε � παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι. � Λυσάνδρου δὲ τελευτήσαντος εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. Καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα [212d] συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν 〈, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν〉, ἐπείσθη καὶ ἡσύχασε. Τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γινομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε μηδένα ἀντίπαλον εἶναι. Ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ� Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· � Ἀλλ� οἱ ἐμοὶ ξένοι � εἶπε � τὰ δίκαια δι� ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν. � [212e] Ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· � Νὴ Δί� � ἔφη � καλὸν, οὐχ ὡς ἀνδράσι δὲ ἀλλ� ὡς γυναιξὶν ἐνοικεῖν. � Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, � Μειράκιον � ἔφη, � οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται. � Ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. Καί ποτε Καλλιππίδας ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ [212f] προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφρονήσεως· τέλος δ� εἶπεν � Οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ, οὐδ� ἤκουσας ὅστις εἰμί; � ὁ δ� Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν· � Ἀλλ� οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας; � οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι. Τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας � Αὐτᾶς ἄκουκα πολλάκις. � [213a] Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτως � Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν �, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε � Βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν. � Ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι [213b] πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. Ὅθεν δὴ ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. Οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν. Ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν [213c] εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδέν� ἀνδρείας δεηθήσεσθαι. Εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, � Τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων � ἔφη, � Εἰ μὴ καὶ δικαιότερος καὶ σωφρονέστερος; � Ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δ� ἀγαθοὺς εἶναι. Ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρ� ἀνθρώποις � Εἰ λέγοι � εἶπε � τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα. � Τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν, πρὸς δὲ τοὺς καιροὺς λογισμόν. Ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, [213d] � Ταῦτ� � εἶπεν � οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται. � Δικάζοντος δέ [τινος] δίκην αὐτοῦ καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δ� ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα � Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, � � Καὶ τὴν οἰκίαν � ἔφη � εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι; � Ἐπιστολῆς δ� αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης � τῆς εἰρήνης γενομένης �, ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς [213e] ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν· ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· � Ἐὰν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδ� ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω ἕξειν με φίλον. � Φιλοτεκνότατος δ� ὢν διαφερόντως λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν· ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται. Συνεχῶς δ� αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν [213f] � Καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδ� ἐπισταμένους μάχεσθαι διδάξας. � Τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπ� αὐτούς. Διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν. Ἐπεὶ δ� ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, [214a] ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας, ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθίσαι μετ� ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ� ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δ� ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. Πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθάνειν βάναυσον. Οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος [214b] � Ὁρᾶτε � εἶπεν � ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς; � Ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. Αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον � Νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων � εἶπε, � τοῖς γὰρ οὖσιν οὔτ� ἂν προσθείην τι οὔτ� ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι· τοὺς δ� ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον. � [214c] Τὸν δ� Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει. Ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν· εἰ οὖν τοῦτον ἀνέλοιεν, ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν· ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. Ὃ καὶ συνέβη· τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, [214d] ἐπιστραφέντ� αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων. Χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ, διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα [214e] καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. Ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει. Ἐπεὶ δὲ τοὺς παρ� αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος (εἴκοσι γὰρ ἦσαν μυριάδες) καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρατάξεως ἔγνω προθύσασθαι· καὶ ἀσυνειδήτως τοῖς ἄλλοις ἐπὶ τὴν ἀριστερὰν ὑπεστραμμένην τῇ χειρὶ � Νίκην � προσέγραψε, λαβὼν [214f] δὲ παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα, κρατῶν δ� ἐφ� ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναλειφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. Καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. Ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην. Περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύ〈ς〉ειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. [215a] Ἔτι δὲ μικρὸν ἀπολειπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο. Κατὰ δὲ τὸν 〈ἀπ�〉 Αἰγύπτου ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν [μήτε] μιμηλὰν τοῦ σώματος [εἰκόνα] ποιήσασθαι, � Εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδ� οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες. � ΑΓΗΣΙΠΟΛΙΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ [215b] Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, � Μὰ τοὺς θεούς � ἔφη � ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει. � Ἄλλου δ� εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδ� αἱ γυναῖκες αὐτῶν, � Δικαίως � εἶπεν· � αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν. � Βουλομένου δ� αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν � Οὐκ ἔστιν ἐξαγωγὴ παρ� 〈ἡμῶν〉 αὐτῶν �, � Οὐδὲ γὰρ ἀνδρῶν � ἔφη � πρόσθεν, ἀλλὰ νῦν ἐγένετο. � ΑΓΗΣΙΠΟΛΙΣ Ο ΠΑΥΣΑΝΙΟΥ [215c] Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, � Αἰσχρόν � ἔφη � ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον. � ΑΓΙΣ Ο ΑΡΧΙΔΑΜΟΥ Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτ� εἰπόντων � Βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν �, � Καὶ πῶς � εἶπε � καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους [215d] πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι; � Ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται � Τὸ γινώσκειν � εἶπεν � ἄρχειν τε καὶ ἄρχεσθαι. � Οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν. Ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν � Ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον. � Πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, � Ὅσοι ἱκανοί � εἶπε � τοὺς κακοὺς ἀπερύκειν. � Διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, � Τίνες � εἶπεν � αἱ τὸν τόπον κατοικοῦσαι γυναῖκες; � [215e] Σοφιστοῦ δέ τινος εἰπόντος � Πάντων λόγος ἐστὶ κράτιστον �, � Οὐκοῦν � ἔφη � σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ. � Ὡς δ� Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους � Θαρρεῖτε � εἶπεν � ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφ� ἡμῶν νενικημένους; � Πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλ� εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, � Ὅτι � ἔφη � ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον. � Ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, [215f] � Καὶ τί μέγα � εἶπεν � ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται; � Πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, � Οὐκοῦν � ἔφη � τὰ ἴδι� αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τ� ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά. � Συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, � Καὶ πῶς � ἔφη � τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς δι� ἀνδρείαν μένουσι μαχησόμεθα; � [216a] Προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μὲν δυσχερῆ δ� ἐπιτελεσθῆναι, � Προσδέονταί σου, ὦ ξένε, � ἔφη � οἱ λόγοι δυνάμεως καὶ χρημάτων. � Λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, � Ἱκανὴ ἡμῖν � ἔφη, � ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή. � Πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμον� ἐμακρολόγει· ὡς δ� ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, � Τί δ� ἄλλ� � ἔφη � ἢ ὅτι σὺ μὲν μόγις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν; � Πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον· εἰπόντος δ� ἐκείνου [216b] � Τί τοῦτο; μόνος ἥκεις; � ἔφη � καὶ γὰρ πρὸς ἕνα. � Φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διὰ τί τὰ ἄνω κάτω [ἤδη] γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε � Κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρ� αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρ� αὐτῷ παιδὶ ὄντι τοῦτ� εἰρηκέναι· ὥστ� οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλ� εἴ που βελτίω καὶ παραπλήσια γένοιτο. � [216c] Ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, � Θανάτου καταφρονῶν � ἔφη. ΑΓΙΣ Ο ΝΕΩΤΕΡΟΣ Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, � Καὶ μήν � ἔφη � οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται. � Πρὸς δ� ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης � Ὁ σοὶ ἀνομοιότατος. � ΑΓΙΣ Ο ΤΕΛΕΥΤΑΙΟΣ Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλεὺς ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων [216d] χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, � Παῦσαι � εἶπεν, � ὦ ἄνθρωπε, ἐπ� ἐμοὶ κλαίων· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος κρείσσων εἰμὶ τῶν ἀναιρούντων. � Καὶ ταῦτ� εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως. ΑΚΡΟΤΑΤΟΣ Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δ� ἐνέκειντο, εἶπεν � Ἕως μὲν παρ� ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δέ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νομίμοις, ἔτι τε δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι 〈οὐχ ἧττον〉 ἢ ὑμῖν ἕπεσθαι· [216e] καὶ ἐπεί 〈με〉 θέλετε 〈τὰ〉 ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι. � ΑΛΚΑΜΕΝΗΣ Ο ΤΗΛΕΚΛΟΥ Ἀλκαμένης ὁ Τηλέκλου, πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, � Εἰ περὶ πλείονος � ἔφη � τὸ κέρδος μὴ ποιοῖτο. � Ἑτέρου δ� ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, � Ὅτι λαβόντος μου � ἔφη � πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον. � Λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, [216f] � Καλὸν γάρ � ἔφη � πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν. � ΑΝΑΞΑΝΔΡΙΔΑΣ Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν � Ὦ λῷστε � ἔφη, � μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην. � Τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν � Ὦ ξένε � ἔφη, � οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ. � Πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, [217a] � Ὅτι � ἔφη � οὐ τούτων ἐπιμελούμενοι ἀλλ� αὑτῶν αὐτοὺς ἐκτησάμεθα. � Ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, � Οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες � ἔφη � κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἂν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο; � Ἄλλου δ� ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρραλέως κινδυνεύουσιν, � Ὅτι � ἔφη � αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι. � Ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσι, κἂν ἀποφύγῃ τις, οὐδὲν ἧσσόν ἐστιν ὑπόδικος, [217b] � Πολλαῖς μὲν ἡμέραις � ἔφη � κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δ� ὑπόδικον δεήσει εἶναι, διότι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύσασθαι. � ΑΝΑΞΑΝΔΡΟΣ Ο ΕΥΡΥΚΡΑΤΕΟΣ Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, � Ὅπως � ἔφη � μὴ οἱ φύλακες αὐτῶν γινόμενοι διαφθείρωνται. � ΑΝΑΞΙΛΑΣ Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, [217c] καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, � Διὰ τὴν αὐτὴν αἰτίαν � ἔφη � δι� ἣν καὶ ἐφορεύουσιν. � ΑΝΔΡΟΚΛΕΙΔΑΣ Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δ� ἐνίσταντό τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, � Ἀλλ� οὐ φεύγοντα � εἶπε � μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι. � ΑΝΤΑΛΚΙΔΑΣ Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, � Εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται � εἶπεν � αὐτοὶ οἱ θεοί. � [217d] Πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον � Μόνοι γοῦν � εἶπεν � ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ� ὑμῶν κακόν. � Ἑτέρου δ� Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος � Ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν �, � Ἡμεῖς δέ � ἔφη � οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα. � Ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, � Εἰ ἥδιστα μέν � ἔφη � αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο. � Σοφιστοῦ δέ τινος μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, � Τίς γὰρ αὐτόν � ἔφη � ψέγει; � Πρὸς δ� Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων � Ἀπέχεις � εἶπε � τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδ� ἐπισταμένους μάχεσθαι διδάξας. � [217e] Ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπ� αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι. Τείχη δ� ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας. Πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, � Διότι � εἶπε � πλησίον τοῖς πολεμίοις μαχόμεθα. � ΑΝΤΙΟΧΟΣ Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν, εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν. ΑΡΕΥΣ [217f] Ἄρευς, ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας τῶν ἀλλοτρίων γυναικῶν, � Μὰ τοὺς θεούς � εἶπε � περὶ τῶν καλῶν κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον [εἰκῆ] λέγεσθαι, ἀγνοεῖσθαι δ� αὐτὰς τὸ παράπαν, ὁποῖαι τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι. � Διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος ἐλεγεῖον ἐπιγεγραμμένον � Σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δ� ἀμφὶ πύλας ἔθανον �, � Δικαίως � ἔφη � ἀπεθάνετε τυραννίδα καιομένην ἀποσβεννύναι ἐπιχειρήσαντες· τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι. � ΑΡΙΣΤΩΝ [218a] Ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δ� ἐχθροὺς κακῶς ποιεῖν· � Καὶ πόσῳ κρεῖσσον � ἔφη, � ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δ� ἐχθροὺς φίλους ποιεῖν; � (αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.) Πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, � Ὅσοι ἱκανοί � εἶπε � τοὺς ἐχθροὺς ἀπερύκειν. � Τῶν Ἀθηναίων δέ τινος ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, [218b] � Ποδαποὺς οὖν � ἔφη � τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους; � ΑΡΧΙΔΑΜΙΔΑΣ Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, � Καὶ πῶς τις � ἔφη � δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη; � Μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, � Ἀγνοεῖν μοι δοκεῖς, ὅτι ὁ εἰδὼς λόγον � εἶπε � καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν. � ΑΡΧΙΔΑΜΟΣ Ο ΖΕΥΞΙΔΑΜΟΥ [218c] Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, � Οἱ νόμοι καὶ τὰ ἀρχεῖα � ἔφη � κατὰ τοὺς νόμους �. Πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ � Ὦ λῷστε � ἔφη � ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς; � Ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν � Οὗτος ἀγαθὸς ψάλτης ἐστίν �, � Παρ� ἡμῖν δέ γε οὗτος � ἔφη � ἀγαθὸς ζωμοποιός �, ὡς οὐδὲν διαφέρον 〈τὸ〉 δι� ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς δι� ὄψων καὶ ζωμοῦ σκευασίας. [Ἐρωτηθεὶς δὲ διὰ τί μικροῖς τοῖς ἐγχειριδίοις χρῶνται � Ὅτι τῶν ἄλλων � ἔφη � τοῖς πολεμίοις ἔγγιον προσπελάζομεν. �] [Πονηροῦ δέ τινος αὐτὸν ἐρωτήσαντος, τίς ἐστι Σπαρτιατῶν ἐπιεικέστατος, � Ὁ σοί � ἔφη � μηδὲν παρόμοιος. �] Ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, � Πρὸς τί; � ἔφη � καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα. � [218d] Ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ στρατεύματος εἶδεν ἔκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρὸς τοὺς συστρατιώτας· � Εὐάλωτοι ἡμῖν οἱ πολέμιοί εἰσι. � Δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δ� ἐκείνων � Κρίνω τοίνυν � ἔφη � μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε. � Ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου [218e] τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών � Φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί. � Θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις � Ἢ τῇ δυνάμει πρόσθες � ἔφη � ἢ τοῦ φρονήματος ὕφες. � ΑΡΧΙΔΑΜΟΣ Ο ΑΓΗΣΙΛΑΟΥ Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν � Εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν. � Ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν 〈οἱ〉 Σπαρτιᾶται [218f] � Ὅσης ἄν � ἔφη � τῷ δόρατι ἐφικνῶνται. � Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, � Τί δήποτε, ὦ Περίανδρε � εἶπεν, � ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς; � Ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, � Ἀλλ� οὐ τοῦτο � ἔφη � ὁρᾶν δεῖ, ἀλλ� εἰ μαχόμενοι κρείσσονες τῶν πολεμίων ἐσόμεθα. � Πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς τοὺς Ἀρκάδας μάχην ἐνίκησε, � Βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει � ἔφη � αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι. � [219a] Ὅτε δ� εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς � Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία. � Τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων, πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, � Ὁ πόλεμος � ἔφη � οὐ τεταγμένα ζητεῖ. � Καταπελτικὸν δ� ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν � Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά. � Ἐπεὶ δ� οὐκ ἐβούλοντο οἱ Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίπατρον καὶ Κρατερὸν τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε [219b] � Πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ. � ΑΣΤΥΚΡΑΤΙΔΑΣ Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ περὶ Μεγάλην πόλιν � Τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν; � εἶπε � τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης; � 〈ΑΝΑΞΙ〉ΒΙΟΣ [219c] 〈Ἀναξί〉βιος ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποεῖν, � Τί γὰρ ἄλλο � ἔφη � ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν; � ΒΡΑΣΙΔΑΣ Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς τοὺς παρόντας � Οὐδὲν οὕτως � ἔφη � μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας. � Ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε καὶ πῶς ἐτρώθη ἐρωτηθείς � Προδούσης με � ἔφη � τῆς ἀσπίδος. � [Παρακαλούμενος δὲ ὑπό τινος ἀκοῦσαι σοφιστοῦ τὸν παρακαλοῦντα ἤρετο, τί ἐπιδείκνυσθαι μέλλει. Κἀκεῖνος εἶπεν � Ἡρακλέους ἐγκώμιον. � καὶ ὅς· � Τίς γὰρ ψέγει τὸν θεὸν τοῦτον; �] [219d] Ἐξελθὼν δ� ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις � Ἅσσα δήλομαι πράξω κατὰ πόλεμον ἢ τεθναξοῦμαι. � Ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀρχιλεωνίδι προσῆλθον, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν, ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, � Ἀγνοεῖτε � εἶπεν � ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δ� ἐκείνου κρείσσονας ἔχει ἡ Σπάρτη. � ΔΑΜΩΝΙΔΑΣ [219e] Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος � Εὖγε � εἶπεν, � ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται. � ΔΑΜΙΣ Δᾶμις πρὸς τὰ ἐπισταλέντα περὶ τοῦ Ἀλέξανδρον θεὸν εἶναι ψηφίσασθαι, � Συγχωρῶμεν � ἔφη � Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι. � ΔΑΜΙΝΔΑΣ Δαμίνδας, Φιλίππου ἐμβαλόντος εἰς Πελοπόννησον καὶ εἰπόντος τινός � Κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, � � Ἀνδρόγυνε � εἶπε, � τί δ� ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες; � ΔΕΡΚΥΛΛΙΔΑΣ [219f] Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν � Εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δ� ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων. � ΔΗΜΑΡΑΤΟΣ Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινός [220a] � Σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε �, � Οὐδὲν ἥμαρτεν εἰς ἐμέ � εἶπεν· � οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν, οὐχ οἱ μετ� ἀπεχθείας. � Ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρ� αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, � Ὅτι � ἔφη � ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται· τὴν δ� ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα. � Ψάλτου δ� ἀκροώμενος � Οὐ κακῶς � εἶπε � φαίνεταί μοι φλυαρεῖν. � Ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ δι� ἀπορίαν λόγων σιωπᾷ, � Ἀλλ� ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν � ἔφη. [220b] Πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, � Ὅτι � ἔφη � κρείσσονες αὐτῆς οἱ νόμοι εἰσί. � Τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος � Ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον �, � Μὰ τοὺς θεούς � ἔφη � οὐχὶ σύ γε, ἀλλ� ἠγόρακας. � Ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, � Αἰσχρόν � ἔφη, � ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρ� αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν. � [220c] Πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτόν � Οὐ μαχοῦμαί σοι � ἔφη, � ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν. � ΕΚΠΡΕΠΗΣ Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα 〈χορδῶν〉 ἐξέτεμεν, εἰπών � Μὴ κακούργει τὴν μουσικήν. � ΕΠΑΙΝΕΤΟΣ Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι. ΕΥΒΟΙΔΑΣ Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, [220d] φήσας ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ〈ν〉. ΕΥΔΑΜΙΔΑΣ Ο ΑΡΧΙΔΑΜΟΥ Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δ� Ἄγιδος, ἰδὼν ἐν Ἀκαδημείᾳ Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, � Καὶ πότε � ἔφη � χρήσεται αὐτῇ, ἐὰν ἔτι ζητῇ; � Ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, � Ὁ μὲν λόγος � ἔφη � θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· [220e] οὐ γὰρ περισεσάλπιγκται. � Τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δ� εἶπέ τις τῶν μετ� αὐτοῦ � Ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· � � Καλῶς γε � ἔφη � εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε· � τοῦ δ� εἰπόντος � Καλὸν ἦν ἀκοῦσαι � � Ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες � εἶπεν � ἠξιοῦμεν 〈ἂν〉 πάλιν αὐτὸν δειπνεῖν; � Πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, � Ὅτι � ἔφη � οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι. � Ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, [220f] � Ἀγνοεῖν � ἔφη � μοι δοκεῖς γε, ὅτι ταὐτόν ἐστι 〈τῷ〉 χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι. � Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, � Μέγας � ἔφη � 〈δει〉κηλίκτας ἐν μικρῷ πράγματι. � Ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη � Καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων; � Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νομίμων, [221a] � Ἀλλ� οὐχ ὑμεῖς γε � ἔφη � εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε. � Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, � Ἀτυχὲς μέν � ἔφη, � ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλ� ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος. � Ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, � Ὅπως � ἔφη � αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν. � ΕΥΡΥΚΡΑΤΙΔΑΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΟΥ Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυνθανομένου τινὸς διὰ τί τὰ περὶ τῶν συμβολαίων δίκαια ἑκάστης ἡμέρας κρίνουσιν οἱ ἔφοροι, [221b] � Ὅπως � ἔφη � καὶ ἐν τοῖς πολεμίοις πιστεύωμεν ἀλλήλοις. � ΖΕΥΞΙΔΑΜΟΣ Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, � Ὅτι � ἔφη � συνεθίζεσθαι [δεῖ] ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν. � Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν βουλομένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, � Οὐ μὰ τοὺς θεούς � ἔφη � [221c] ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς. � ΗΡΩΝΔΑΣ Ἡρώνδας Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίας δίκην ἡττηθέντα. ΘΕΑΡΙΔΑΣ Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν � Ὀξύτερον διαβολῆς. � ΘΕΜΙΣΤΕΑΣ Θεμιστέας προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν ἐσομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα, [221d] προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα ταῖς δ� ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλ� εἶπε � Μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος. � ΘΕΟΠΟΜΠΟΣ Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, � Εἰ τοῖς μὲν φίλοις � ἔφη � μεταδιδοίη παρρησίας δικαίας, τοὺς δ� ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους. � Πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, � Κρεῖσσον � ἔφη � ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι. � [221e] Τοῦ δ� ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτ� αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, � Καὶ πότερον, � ἔφη, � ὦ Ἠλεῖε, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; � τοῦ δ� εἰπόντος τὸν αὑτοῦ, � Πῶς οὖν ἄν � ἔφη � αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι; � Λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, � Οὔκ � ἔφη � ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας. � Πυλίων δ� αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν ὅτι � Τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δ� ὑπεραιρούσας ἀφανίζει. � Ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, � Οὐδ� εἰ γυναικῶν � εἶπεν � ἦν. � ΘΗΡΥΚΙΩΝ [221f] Θηρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, � Κακούς � ἔφη � πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει. � ΘΗΚΤΑΜΕΝΗΣ Θηκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν· καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ [καὶ] καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, � Οὐχί � εἶπεν, � ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρ� οὐδενὸς οὔτε τι αἰτήσαντα οὔτε δανεισάμενον. � ΙΠΠΟΔΑΜΟΣ [222a] Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάσσετο, [συμ]πεμφθεὶς τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, � Ἀλλ� οὗτος � ἔφη � οὔτοι κάλλιον [θάνατον] ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν; � ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει. ΙΠΠΟΚΡΑΤΙΔΑΣ Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, [222b] καὶ προσθέντος πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν � Εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα. � Ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, � Μετὰ τοιούτων � ἔφη � βαδίζειν δεῖ, μεθ� ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις. � ΚΑΛΛΙΚΡΑΤΙΔΑΣ Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, [222c] καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν � Ἀλλ� ἔγωγ� ἂν ἔλαβον � εἶπεν � εἰ σὺ ἤμην· � � Καὶ γὰρ αὐτός � εἶπεν � εἰ σὺ ἦν. � Παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν· ὡς δ� ἤκουσε πίνειν, � Προσμενῶ � εἶπεν � ἕως ἂν πίῃ. � Καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. [222d] Τῇ δ� ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνοντ� ἤκουσε καὶ οὐ προϊόντα, φήσας � Οὐχ οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν; � ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον· ὤμνυε δὲ πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπ� ἀλλήλους δεόμενοι δυνάμεως. Ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, � Δοῦλοι μὲν ἀγαθοί � εἶπεν [222e] � ἐλεύθεροι δὲ κακοί. � Τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν. Μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε � Καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ· μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον. � [222f] Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν � Οὐ παρ� ἕνα τὰ Σπάρτας· ἀποθανόντος μὲν γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται, εἴξαντος δὲ τοῖς πολεμίοις ἐλαττωθήσεται. � Ἀποδείξας οὖν ἀνθ� ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα. ΚΛΕΟΜΒΡΟΤΟΣ Ο ΠΑΥΣΑΝΙΟΥ [223a] Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, � Μέχρι τούτου � εἶπεν � Κρείσσων σού ἐστιν ὁ πατήρ, μέχρις ἂν καὶ σὺ γεννήσῃς. � ΚΛΕΟΜΕΝΗΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΕΩ Κλεομένης ὁ Ἀναξανδρίδεω τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἱλώτων· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι. Ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτὰς 〈δύο ἡμέρας〉, τῇ τρίτῃ νυκτὶ κοιμωμένοις [223b] διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο· καὶ τοὺς μὲν ἀπέκτεινε τοὺς δ� αἰχμαλώτους ἔλαβεν. Ὀνειδιζόμενος δ� ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας· ἄλλως τε [καὶ], ὅτι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρ� ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι. Συνέβη δ� αὐτῷ τοῦ μὲν Ἄργους, δι� ὃ παρεσπόνδησεν, ἀποπεσεῖν διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι· καὶ ὕστερον δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου [223c] καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα. Τοῦ δὲ μάντεως ἀποτρέποντος μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα (τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι) προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, � Αὕτη σοι � ἔφη � ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασι; � Πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ � Τοῦ μὲν κακῶς λέγειν � ἔφη � ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ. � [223d] Τοῖς δ� ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, � Ὧν εἰρήκατε � ἔφη � τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι· τὰ δ� ἐπὶ πᾶσιν οὐ δοκιμάζω. � Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι � Τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν ἑκοντὶ δ� οὐκ ἂν διδόντας βίᾳ ληψόμενος ἦλθον � � Νὴ τοὺς θεούς � ἔφη � σύντομος ἡ πονηρία. � Φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος � Ἆρα διὰ τοῦτο � ἔφη � πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι [223e] μὴ εὐκαιρῶμεν περὶ τῆς σῆς κακίας λέγειν; � Τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, � Οὐκοῦν � ἔφη � ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι. � Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, � Τί θαυμάζεις; � ἔφη � οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω. � Σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος πλείω, ἐγέλασε· τοῦ δ� εἰπόντος � Τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν; � [223f] � Ὅτι � ἔφη, � ὦ ξένε, καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτ� ἂν ἐποίουν· εἰ δ� ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν. � Τῶν δ� Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, � Θαυμάζω � ἔφη � εἰ δύο συλλαβῶν προσθήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε. � Λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος � Θρυπτικὸς εἶ, ὦ Κλεόμενες, � � Ἀλλὰ κρεῖσσον � ἔφη � ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος καίπερ ἱκανὰ κεκτημένος. � [Ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τ� ἄλλα τὸν ἄνδρα ἐπῄνει [224a] καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων· ὁ δὲ δείξας τινὰ τῶν πλησίον � Νὴ τοὺς θεούς � ἔφη � 〈ὡς〉 οὗτος παρ� ἐμοὶ ζωμοποιός. �] Μαιανδρ〈ί〉ου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ 〈τὸν〉 Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. [224b] Οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαιάνδρ〈ι〉ον αὐτῆς ἡμέρας. Εἰπόντος δέ τινος � Διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; � � Οὐδ� ἂν ἀνέλοιμεν � ἔφη, � ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχωμεν. � Πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, � Ὅτι � ἔφη � ἀπὸ δειλῶν ἐστι. � ΚΛΕΟΜΕΝΗΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας [224c] καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, � Τῶν κατακτεινόντων τοίνυν αὐτούς � ἔφη � τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους. � ΛΑΒΩΤΑΣ Λαβώτας, μακρολογοῦντός τινος, εἶπε � Τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; � ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτος καὶ ὁ λόγος, ᾧ χρῆσαι. � ΛΕΩΤΥΧΙΔΑΣ Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν εὐμετάβολος, � Διὰ τοὺς καιρούς � ἔφη, � οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν. � Πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν [224d] � Εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι. � Ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, � Ταῦτ� � ἔφη � ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειεν ἄνδρας γενομένους. � Πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη � Ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλ� ἡμεῖς ὑπὲρ ἄλλων. � ΛΕΩΤΥΧΙΔΑΣ Ο ΑΡΙΣΤΩΝΟΣ Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι � Μὰ τοὺς θεούς � ἔφη � οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη. � [224e] Τῇ δ� ἐνδοτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, � Οὔτι ἔμοιγ� � ἔφη � δοκεῖ, ἀλλ� εἰ ἡ κλεὶς τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν. � Πρὸς δὲ Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ� ὅτι οἱ παρ� αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, � Τί οὖν, ὦ ἀνόητε � εἶπεν, � οὐ τὴν ταχίστην ἀποθνῄσκεις, ἵν� ἅμα παύσῃ κακοδαιμονίαν καὶ πενίαν κλαίων; � Πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, � Ὅτι � ἔφη � τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι. � ΛΕΩΝ Ο ΕΥΡΥΚΡΑΤΙΔΑ Λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, [224f] � Ὅπου � ἔφη � μήτε πλείω μήτε ἐλάσσονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δ� ἄδικον ἀσθενὲς ἔσται. � Ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, � Ὅσῳ μᾶλλον � ἔφη � οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης. � Ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, � Ὦ ξένε � εἶπεν, � οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι. � ΛΕΩΝΙΔΑΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΑ Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα [225a] � Πλὴν τοῦ βασιλεύειν οὐδὲν ἡμῶν διαφέρεις � � Ἀλλ� οὐκ ἄν � ἔφη, � εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον. � Τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη � Ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν. � Λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, � � Οὐκ ἄλλας � ἔφη � πρὸς ἣν βαδίζομεν πρᾶξιν. � Πάλιν δ� αὐτῶν εἰπόντων � Μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων κωλύειν; � � Τῷ λόγῳ � ἔφη � τῷ δ� ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων. � [225b] Γενόμενος δ� ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε � Λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον **, ἄμμε δὲ χρονοτριβέειν· ἤδη γὰρ ἢ κτάμεν τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες. � Λέγοντος δέ τινος � Ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, � � Οὐκοῦν � ἔφη � χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα. � Ἄλλου δ� εἰπόντος � Πάρεισιν ἐγγὺς ἡμῶν, � � Οὐκοῦν � ἔφη � καὶ ἡμεῖς αὐτῶν [ἐγγύς]. � Εἰπόντος δέ τινος � Ὦ Λεωνίδα, πρὸς πολλοὺς μετ� ὀλίγων διακινδυνεύσων οὕτως πάρει; � � Εἰ μὲν οἴεσθέ με � ἔφη � τῷ πλήθει 〈δεῖν πιστεύειν〉, οὐδ� ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· [225c] εἰ δὲ ταῖς ἀφεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός. � Ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, � Καὶ μήν � εἶπεν � πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους. � Ξέρξου δὲ γράψαντος αὐτῷ � Ἔξεστί σοι μὴ θεομαχοῦντι, μετ� ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν � ἀντέγραψεν � Εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων. � Πάλιν δὲ τοῦ Ξέρξου γράψαντος � Πέμψον τὰ ὅπλα �, ἀντέγραψε � μολὼν λαβέ. � [225d] Βουλομένου δ� αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, 〈ἐπεὶ〉 οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, � Οὐ γάρ � ἔφη � πάρεισιν οἱ μέλλοντες μάχεσθαι; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι; � Τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους. Ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, � Ὅτι � ἔφη � τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν. � Τοὺς δ� ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ� ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. [225e] Καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν � Οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα �· ὁ δὲ δεύτερος � Αὐτοῦ μένων κρέσσων ἂν εἴην �· ὁ δὲ τρίτος � Οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι. � ΛΟΧΑΓΟΣ Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, � Πάλαι ᾔδειν � ἔφη � ὅτι ἀποθανεῖν αὐτὸν ἔδει. � ΛΥΚΟΥΡΓΟΣ Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης [225f] διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν) δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας· τὸν δ� ἀπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκε � ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγώ· ἑκατέρου δ� ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼ χειρωσαμένου, εἶπεν � Ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, [226a] καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει; � τινὲς δέ φασιν, 〈ὡς〉 οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ� ὁ μὲν ἐξ οἰκουρῶν, ἅτερος δ� ἐκ κυνηγετικῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δ� ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν· εἶθ� ἑκατέρου ἐφ� ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὸ ἄμεινον καὶ χεῖρον συλλαμβάνει, εἶπεν � Οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ� Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττοιμεν δι� ἃ [226b] ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι� ὅλου τοῦ βίου. � Ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδὼν δὲ τοὺς σωροὺς κειμένους παραλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσας εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. Καὶ τῶν χρεῶν δ� ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατ� οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. [226c] Ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. Τούτου δὲ γενομένου ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές. [226d] Πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περισσῶν ξενηλασίαν ἐποιήσατο· διὸ οὔτ� ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. Οὐδὲ γὰρ νόμισμα παρ� αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες. Ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο. Πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διὰ τί ταῦτα συνεστήσατο καὶ μεθ� ὅπλων κατ� ὀλίγους τοὺς πολίτας διῄρηκεν, [226e] � Ὅπως � εἶπεν � ἐξ ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις ᾖ τὸ ἀμπλάκημα, ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ, καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος. � Ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς οὔτε χρῆσθαι οὔτ� ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις � Ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός. � Παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πομάτων· [226f] ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετ� αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν· ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας (καταπεπολεμήκει δ� Ἀθηναίους), βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, [227a] οὐκ ἔπεμψαν οἱ πολέμαρχοι· μεθ� ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ� αὐτῶν. Πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς· καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών· Ἄλκανδρος δ� ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν [αὐτοῦ]. Τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν [227b] ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δ� ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε [σὺν αὐτῷ] καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. Τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν. Ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, � Ὅτι � ἔφη � οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι. � Πάλιν δ� ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δ� ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, [227c] � Ὅπως ἄν � ἔφη � μετριάζωσιν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρ� ἄλλοις ζηλουμένων ἔχωσιν. � Ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικὴν ἐρωτῆσαι τὸν ξένον, εἰ τετράγωνα παρ� αὐτοῖς ξύλα φύεται. Ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη � Ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται. � [227d] Διὸ καὶ Ἀγησιλάου ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους 〈τοῖς〉 Λακεδαιμονίοις κατασκευάσαντος. Τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας � Καλά � εἶπε � τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μήτ� εἰδότας μάχεσθαι διδάξας. � Ἄλλου δ� ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, � Ἵν� � ἔφη � ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ, αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας, καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ τῆς πατρίδος μάχεσθαι. � [227e] Μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, � Ἵν� � ἔφη � τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν, δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. � Ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον· εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς � Μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι � ἀπεκρίνατο � Μόναι γὰρ ἡμεῖς ἄνδρας τίκτομεν. � Εἴρξας δὲ τοὺς ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθεὶς πολλὴν πρόνοιαν [227f] ἐποιήσατο τῆς παιδοποιίας· τιμῆς δὲ καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. Καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν· ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών � Οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας. � Πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, � Ὅπως � ἔφη � μήτε δι� ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δ� εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν [228a] ἀρετῇ τὴν αἵρεσιν ποιῶνται. � Διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως ἀπήλασεν. Ὁρίσαντος δ� αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα 〈τὴν αἰτίαν〉 � Ἵν� � ἔφη � τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα. � Πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετ� εὐλαβείας συνεῖναι, � Ὅπως � ἔφη � καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ [228b] καινοὶ ὑπάρχωσι καὶ τὰ ἔγγονα ἐρρωμενέστερα παρέχωσι. � Καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως. Πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις. Τοσαύτη δ� ἦν κατ� ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ� αὐταῖς. Καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς [228c] ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ� αὐτοῖς (οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου), εἶπεν � Οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ� ἡμῖν. � Ἐκείνου δὲ ὑπολαβόντος � Ἂν οὖν γένηται; � � Ταῦρον � ἔφη ὁ Γεραδάτας 〈� ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. � Θαυμάσαντος δ� ἐκείνου καὶ φήσαντος � Πῶς δ� ἂν γένοιτο βοῦς τηλικοῦτος; � γελάσας ὁ Γεραδάτας〉 � Πῶς γὰρ ἄν � ἔφη � μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται; � Πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος � Σὺ πρῶτος � ἔφη � ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν. � Πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, [228d] � Ὅπως � ἔφη � μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν. � Μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοὺς πολίτας ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ � Ὅπως � εἶπε � μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται. � Ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, � Ὅπως � εἶπε � πλείω τοὺς ἐχθροὺς βλάπτωμεν. � Ἄλλου δ� ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, � Ἵν� � ἔφη � μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν. � Τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς [228e] ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν � Εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν· εἰ δ� ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ. � Πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν � Πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; � � Ἐὰν πτωχοί � ἔφη � ἦτε καὶ μὴ μείζων ἅτερος θατέρου ἐρᾷ εἶναι. � Καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, � Οὐκ � ἔφη � πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται. � Ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δ� αἰσχροὺς φοβερωτέρους. [228f] Παρήγγειλε δ� ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτ� εὐθὺς ἀναχωρεῖν· 〈οὔτε γενναῖον〉 οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων. 〈Εἶναι δ� οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον〉 ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι. Πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, � Ὅπως � ἔφη � μὴ κυπτάζοντες περὶ [229a] τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι. � ΛΥΣΑΝΔΡΟΣ Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. Ἀλλ� ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν. Σοφιστὴς δὲ δεινὸς γενόμενος ὁ Λύσανδρος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ [229b] τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι. Πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ δι� ἀπάτης τὰ πλεῖστα πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους καὶ δόλῳ, οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν, ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν. Ἐπιμεμφομένων δ� ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε � Τοὺς μὲν παῖδας τοῖς ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις. � Νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν καὶ ἔγραψε τοῖς ἐφόροις � Ἑαλώκασιν αἱ Ἀθῆναι. � [229c] Πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας σπασάμενος τὴν μάχαιραν � Ὁ ταύτης � ἔφη � κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται. � Τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν. Μεγαρέως δ� ἀνδρὸς ἔν τῳ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, � Οἱ λόγοι σου � εἶπεν � ὦ ξένε, πόλεως δέονται. � Ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ [229d] τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, � Οὐκ αἰσχύνεσθε � εἶπεν, � ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν δι� ἀργίαν οἱ λαγωοὶ τοῖς τείχεσιν ἐγκαθεύδουσιν; � Ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. Ἐπηρώτησεν οὖν � Πότερον σοῦ κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; � φαμένου δέ � Τῶν θεῶν, � � Σὺ τοίνυν � ἔφη � ἐκποδών μοι μετάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται. � Πέρσου δ� ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, [229e] � Ἥτις � ἔφη � τοῖς ἀνδρείοις καὶ 〈τοῖς〉 δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι. � Πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, � Δύο βοῦς � ἔφη � ἔχω ἐν ἀγρῷ· σιγώντων δ� ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόν τ� ἀργὸν καὶ τὸν ἐργαζόμενον. � Λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε � Λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι. � Χρόνῳ δ� ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, [229f] ὅπως τὰ περὶ αὐτῆς γράμματα διασκέψηται· ταῦτα γὰρ παρ� αὑτῷ κατέσχεν ὁ Λύσανδρος. Εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφ� Ἡρακλέους, ἀλλὰ 〈τῶν〉 οἷος Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. Καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. 〈Λα〉κρατίδην δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ 〈τιν�〉 ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, [230a] ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον. Τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον. ΝΑΜΕΡΤΗΣ Ναμέρτης πρεσβευτὴς ἀποσταλείς, μακαρίζοντός τινος αὐτὸν τῶν ἐκεῖθι διότι πολύφιλος εἴη, ἠρώτησεν εἰ δοκίμιον ἔχει τίνι τρόπῳ πειράζεται ὁ πολύφιλος· ἐπιζητοῦντος δὲ θατέρου μαθεῖν, [230b] � Ἀτυχίᾳ � εἶπεν. ΝΙΚΑΝΔΡΟΣ Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, � Οὐκοῦν � ἔφη � δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες. � Πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, � Ὅτι � ἔφη � πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος. � Τῶν Ἀθηναίων δ� εἰπόντος τινός � Λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν �, � Ἀληθίζῃ � ἔφη, � ἀλλ� οὐχ ὥσπερ ὑμεῖς ὅπως 〈ὅτι ἂν〉 τύχῃ σπουδάζωμεν. � ΠΑΝΘΟΙΔΑΣ [230c] Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τινων τεῖχος μέγα καὶ ὑψηλόν, εἶπε � Νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις. � Ἐν Ἀκαδημείᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι εἶναι, � Τί δ� ἄλλο � ἔφη � ἢ σπουδαῖοι; ὄφελος δ� οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς. � ΠΑΥΣΑΝΙΑΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ� αὐτοῖς οὔθ� αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ� οἱ τελευτήσαντες θάπτονται, [230d] � Πῶς 〈ἂν〉 οὖν � ἔφη � αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ� ἔσται; � Τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, � Τί οὖν οἴεσθε � ἔφη � τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας κακῶς παθόντας ποιήσειν; � Πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, � Ὅπως � ἔφη � μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών. � Πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, � [230e] Θέλεις οὖν � ἔφη � δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις; � Θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, � Κρεῖσσον � ἔφη � αὐτοὺς εἶναι πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια. � Μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφ� αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, � Νὴ τοὺς θεούς � ἔφη, � λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν. � ΠΑΥΣΑΝΙΑΣ Ο ΠΛΕΙΣΤΩΝΑΚΤΟΣ [230f] Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρ� αὐτοῖς, � Ὅτι τοὺς νόμους � ἔφη � τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ. � Ἐπαινοῦντος δ� αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις � Διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ� ἔφυγες; � � Ὅτι οὐδ� οἱ ἰατροί � ἔφη � παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν. � Πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, � Εἰ τὸν 〈μὲν〉 ἰατρόν � εἶπε � στρατηγόν, 〈ἰατρὸν δὲ τὸν στρατηγὸν〉 καταστήσαιμεν. � [231a] Ἰατροῦ δ� ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος � Οὐδὲν κακὸν ἔχεις �, � Οὐ γὰρ σοὶ � ἔφη � ἰατρῷ χρῶμαι; � Μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδ� ἀδικηθείς τι, � Ὅτι � εἶπεν � εἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων. � Ἄλλου δ� ἰατροῦ εἰπόντος αὐτῷ � Γέρων γέγονας �, � Διότι � εἶπεν � οὐκ ἐχρησάμην σοὶ ἰατρῷ. � Κράτιστον δ� ἔλεγε τοῦτον ἰατρὸν εἶναι τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα. ΠΕΔΑΡΙΤΟΣ Πεδάριτος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, [231b] � Οὐκοῦν � ἔφη � ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν. � Ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν δι� ἐπιείκειαν δ� ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη � Οὔτ� ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ [τὴν γυναῖκα] χρεία τις καταλάβῃ. � Οὐκ ἐγκριθεὶς δ� εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δ� αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε � Διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας ἐχούσῃ. � ΠΛΕΙΣΤΑΡΧΟΣ [231c] Πλείσταρχος 〈ὁ〉 Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίν� αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, � Ὅτι � ἔφη � ἐκεῖνοι μὲν ἄγαν βασιλεύειν ἔχρῃζον, οἱ δ� ἐκείνων ὕστεροι οὐδαμῶς. � Συνηγόρου δέ τινος γελοῖα λέγοντος, � Οὐ φυλάξῃ, ὦ ξένε �, ἔφη, � συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί; � Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον � Ἥδιον � ἔφη, � ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος. � Λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει � Θαυμάζω � ἔφη � εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται. � ΠΛΕΙΣΤΩΝΑΞ [231d] Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, � Ὁρθῶς � ἔφη � λέγεις· μόνοι γὰρ Ἑλλήνων ἡμεῖς οὐδὲν κακὸν μεμαθήκαμεν παρ� ὑμῶν. � ΠΟΛΥΔΩΡΟΣ Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, � Οὐ συνίης � ἔφη � τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος; � Ἐξάγοντος δ� αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, � Οὐκ � ἔφη, � ἀλλ� ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζειν. � [231e] Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παριέναι τὸν καιρόν, ἀλλ� ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν αἱρεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δ� ἀπολελειμμένων· ἔφη οὖν πρὸς αὐτούς � Τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δ� ὑπὲρ τῶν ὅρων τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι. Εἶναι· ἦλθον γὰρ χώραν ἀπολαβεῖν οὐ καταλαβέσθαι πόλιν. � Ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, [231f] � Ὅτι � ἔφη � αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον, οὐ φοβεῖσθαι. � ΠΟΛΥΚΡΑΤΙΔΑΣ Πολυκρατίδας πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθ� ἑτέρων, ἐρομένων αὐτὸν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, � Αἴκα τύχωμεν, δημοσίᾳ � εἶπεν, � εἰ δὲ μή, ἰδίᾳ. � ΦΟΙΒΙΔΑΣ � Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι. ΣΟΟΣ [232a] Σόον λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς 〈ἂν〉 ἀφεῖναι γῆν, εἰ πίοιεν 〈οἱ〉 μετ� αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δ� αὐτὴν οἱ πολέμιοι. Γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ� ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα. ΤΗΛΕΚΛΟΣ Τήλεκλος πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, [232b] � Εἰ μὴ αὐτῷ � ἔφη � λεκτὸν ἦν, οὐκ ἂν ἔλεγεν. � Εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε � Σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ. � Ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρ� αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, � Ὅπως � ἔφη � περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας. � Πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη � Οὐ πλείω τῆς ἱκανῆς. � ΧΑΡΙΛΛΟΣ Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, � Ὅτι � ἔφη � τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία. � [232c] Πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, � Ὅτι � ἔφη � τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας. � Τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, � Εἰ μὴ ὠργιζόμην � εἶπε, � κατέκτανον ἄν σε. � Ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη � Ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι. � Πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ� ὅπλων ἵδρυται παρ� αὐτοῖς, � Ὅπως � ἔφη � μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι τοῖς θεοῖς ἀνόπλοι〈ς〉 εὔχωνται. � Πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι � Τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι. � � � � [232d] Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται � Τὰ μὲν πρῶτα ἐπιλελάθαμες, τὰ δὲ ὕστερα οὐ συνήκαμες διὰ τὸ τὰ πρῶτα ἐπιλελᾶσθαι. � Ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, � Ἀπάγγελλε τοίνυν � ἔφασαν � ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες. � Πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας � Ἢ φρονεῖν � εἶπον � δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον. � [232e] Λάκων ἐρωτηθεὶς, δι� ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷ, εἶπεν � Ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω. � Ἄλλος πυθομένου τινός � Διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; � � Ἵνα πλησίον � εἶπε � τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες. � Ἐπαινοῦντός τινος τοὺς 〈Ἀργείους ὡς〉 ἀρίστους μαχητάς, Λάκων εἶπεν � Ἐν Τροίᾳ. � Ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν � Μὴ καὶ ἐσθίειν � εἶπε � βιάζονται; � Πινδάρου δὲ γράψαντος Ἑλλάδος ἔρεισμα Ἀθῆναι Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ. Ἐπεὶ δ� ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπ� Ἀθηναίων σφαττομένους ἔλεγεν � Ἀνδρεῖοί γ� Ἀθηναῖοι �, Λάκων ὑποτυχών � Ἐν τῷ πίνακι � εἶπε. [232f] Πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε � Παῦσαι κατ� ἐμοῦ τὰ ὦτα χορηγῶν. � Πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα � Ἄκων ἥμαρτον � εἶπέ τις � Ἄκων τοίνυν καὶ κολάζου. � Ἰδών τις ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους � Μὴ γένοιτο � εἶπεν � ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν 〈ὑπ〉εξαναστῆναι πρεσβυτέρῳ. � Χίων ποτὲ κατ� ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, [233a]| τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνουσιν· ὡς δ� ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν 〈ὅτι〉 τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν. Ἐπεὶ δέ τις τῶν ἀμυγδαλῶν τὰς σκληρὰς ἑώρα διπλασίου πωλουμένας, � Μὴ σπάνιοι � ἔφη � οἱ λίθοι; � Τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε � Φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο. � Ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ· ἀρνησαμένου δέ, � Τί οὖν � ἔφη � μέγα ποιεῖς; � Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, [233b] � Ἀλλὰ μήν � ἔφη � οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν· � ὁ δέ � Οὐ μόνον ἄρα � ἔφη � δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε. � Κατ� ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα � Οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι. � Καὶ ὃς ὑπολαβών � Οὐ γάρ � ἔφη· � τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ. � Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων � Ἀλλὰ νὴ τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται. � Ἀργείου ποτὲ εἰπόντος � Πολλοὶ τάφοι παρ� ἡμῖν εἰσὶ Σπαρτιατῶν �, Λάκων εἶπεν � Ἀλλὰ μὴν παρ� ἡμῖν Ἀργείων οὐδὲ εἷς �, [233c] ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε. Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος � Λάκωνα πωλῶ �, ἐπεστόμισεν εἰπών � αἰχμάλωτον κήρυσσε. � Τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθείς τις ὑπ� αὐτοῦ, μήτι τῶν εἱλώτων ἐστί, � Σὺ δ� οἴει � ἔφη � ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν; � Ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε � Ποῦ νῦν εἰσὶν οἱ Λάκωνες; � Σπαρτιάτης ληφθεὶς ὑπ� αὐτῶν [233d] � Οὐ πάρεισιν � ἔφη· � οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε. � Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνην ἐᾶσαι, εἶπον � Ὅταν αὑτῶν ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε· � ἀφ� οὗ καὶ ἡ παροιμία � Ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει. � Πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον � Οἴχεται τὸ πάλαισμα τῶν νέων· [οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι]. � Ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ἣν συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι � Μηδαμῶς ἀφανίσῃς μηδ� ἀνέλῃς τὴν ἀκόνην τῶν νέων. � [233e] Τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλ� ἀρετῆς ἡ φιλοτιμία γένηται. Διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, � Τᾷ πολυμηχανίᾳ � εἶπε. Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλονται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν � Οὐδέτερον. � Πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρ� αὐτοῦ σιτοδείας οὔσης κομίζοντα. Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, � Οὐχ ἱκανὸς οὖν � εἶπον, � εἰ πρὸς ἕνα εἷς; � [233f] Ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι. Ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ. Ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν, ὅτι δακτύλοις κιθαρίζει. Δύο παῖδες ἐμάχοντο, ἅτερος δ� αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ· τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλεν, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, � Μηδαμῶς � εἶπε [234a] � πρὸς θεῶν, οὐ γὰρ δίκαιον· καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην. � Ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν ᾧ κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων ἠρέμει, ἵνα μὴ γένηται καταφανής. [234b] Ὡς δ� ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, � Οὐ μὲν οὖν � εἶπεν, � ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι. � Περιτυχόντες τινὲς Λάκωσι καθ� ὁδὸν εἶπον � Εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων. � Οἱ δέ � Οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλ� ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν. � Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν � Ἐλεύθερος εἶναι. � Παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπ� Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, [234c] ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν· ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπών � Οὐ δουλεύσω. � Ἐνισταμένου δ� ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών � � Εἴσῃ τῆς ὠνῆς � ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα. Ἕτερος πωλούμενος, εἰπόντος τινός � Ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; � � Κἂν μὴ ἀγοράσῃς � εἶπεν. Ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, � Κατάρατε � εἶπεν, � οὐκ ἐρεῖς αἰχμάλωτον; � Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον 〈ὅτι〉 ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, [234d] � Ἵνα μὲν οὖν � εἶπε � φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ� αὐτῶν ὁρᾶσθαι. � Ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, � Οὐ Λακωνικόν � εἶπε � τὸ φλυαρεῖν. � Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν � Ὁποῖος � καθίσῃς· οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι, τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ θηρεύομες. � Ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε [234e] � Δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· � � Οὐ μὲν οὖν � εἶπεν ἅτερος, � ἀλλ� ὥσπερ οἱ λέοντες. � Χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ διαγελώντων, ἐπιστραφεὶς εἶπε � Κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα. � Ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, ὅτι ἀποθανεῖται, ἀλλ� ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας. Εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ κατασκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, � Εἶτ� � ἔφη � εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου; � Πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, [234f] διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν � Οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ. � Εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο � Ἐλεύθεροι γάρ εἰμες· οἱ δ� ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται. � Προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, � Νὴ τὼ σιώ � εἶπεν, � ἔνδον τι εἶναι δεῖ. � Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο·
[235a]
τὰν Πιτάναν Θρασύβουλος ἐπ� ἀσπίδος ἤλυθεν ἄπνους
Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε � τί τοῦτο ὡς οὐ καθαρῷ, σφόδρα δὲ ῥυπαρῷ; πλεῖον παράχει. � Φιλίππου τοῦ Μακεδόνος προστάσσοντός τινα δι� ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι � Φιλίππῳ· περὶ ὧν ἄμμιν ἔγραψας, οὔ �. Ὅτε δ� ἐνέβαλεν εἰς τὴν Λακωνικὴν ὁ Φίλιππος καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε πρός τινα τῶν Σπαρτιατῶν [235b] � Τί νῦν ποιήσετε, ὦ Λάκωνες; � � Τί γάρ � ἔφη � ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν. � Μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν· πρεσβύτας δ� ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. Ἀπειλοῦντος δ� αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ � Ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα. � [235c] Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει· πολλοὺς δ� ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημειωσαμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας � Πολιόν τε κάρη πολιόν τε γένειον � καὶ δακρύσας � Οἴμοι τῶν κακῶν � φησίν, � ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ� αὐτοῖς μόνοι Λακεδαιμόνιοι. � [235d] Φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς τῶν Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν· ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν � Νὴ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ. � Ἐπαίτης ᾔτησε Λάκωνα· � Ἀλλ� εἰ δοίην σοι � ἔφη � μᾶλλον πτωχεύσεις, τῆς δ� ἀσχημοσύνης σου ταύτης ὁ [235e] πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας. � Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς � Οὐδέν � εἶπε � φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ. � Λαβών τις μοιχὸν ἐπ� αἰσχρᾷ γυναικί � Ἄθλιε � εἶπε � τίς τοι ἀνάγκα; � Ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, � Ἀλλὰ νὴ τὼ σιώ � εἶπεν � ἀνδρεῖός γε ὁ ἄνθρωπος, 〈ὃς〉 πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὰν γλῶσσαν. � Εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, � Ἐν Σπάρτῃ μόνῃ � εἶπε � λυσιτελεῖ γηράσκειν. � Ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, [235f] � Ἀγαθός � εἶπε � κακκονῆν νέων ψυχάς. � Ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δ� αὐτῷ τινων � Ποῖ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; � � Κἂν μηδὲν ἕτερον πράξω � ἔφη � πολεμίου γε μάχαιραν ἀμβλυνῶ. � Βοῦλις καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ, ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας [236a] πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν, ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. Ὡς δ� ἐκεῖνος ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρ� αὐτῷ, � Καὶ πῶς ἄν � ἔφασαν � δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι; � Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφασαν � Ἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν. � [236b] Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δ� ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδ� ἐπὶ ψιάθου ὑπνωκέναι. Ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους, ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖά τινά ἐστι τὰ ἐν Ἀθήναις, [236c] � Πάντα � εἶπε � καλά, � εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δ� οὐδέν. Ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο � Οὔ· � ὡς δ� ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι � ψεύδῃ �, � Ὁρᾷς οὖν � ἔφη � ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν. � Ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον· ὡς δ� ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δ� ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις � Λέγε αὐτῷ � εἶπον � ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι. � [236d] Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ � Γινώσκουσιν οἱ θεοί � ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος � Πάντως σε δεῖ εἰπεῖν �, ὁ Λάκων ἀντηρώτησε � Τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ; � τοῦ δ� εἰπόντος � Τῷ θεῷ �, � Σὺ τοίνυν � ἔφη � ἀποχώρησον. � Ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε � Πῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή; � Ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δ� εἶπεν � Οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι. � [236e] Ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε· πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν, � Ὅτι � ἔφη � βέλτιόν ἐστι τοῦ φονεύειν τὸ πείθεσθαι τῷ ἄρχοντι. � Λάκωνί τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ πάλην εἶπέ τις � Ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων· � � Οὐ μὲν οὖν � ἔφη � ἀλλὰ καββαλικώτερος. � [236f] Τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, � Διὰ τούτων � φησίν � οὐδεὶς ἐξέρχεται λόγος. � Δοκιμαζομένου μάλιστα παρ� αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις, λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα [237a] ἀποπτύσαι, καὶ τὸν μάγειρον εἰπεῖν � Ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς 〈ἐν〉 τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι. � Πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτ� ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν. Γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον· τῶν δ� ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ μᾶλλον ἀνθρώπων ἢ λόγων. Ἡ δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν. [237b] Διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι. Ἐκάθευδον δὲ οἱ νέοι ὁμοῦ κατ� ἴλην καὶ κατ� ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες· ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκοφάνους ὑπεβάλλοντο καὶ κατεμίγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης. Ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο· τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶντας ἀλλ� οὐ τῆς ψυχῆς· [237c] ὁ δ� ἐγκληθεὶς ὡς ἐπ� αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν. Ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι, ποῖ πορεύονται καὶ ἐπὶ τί, καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν· ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών· καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν. Εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον ᾄδοντα πεποιημένον εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν αὑτῷ. Καὶ τοὺς νέους δ� οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας [237d] καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξανισταμένους καὶ παρόντων ἡσυχάζοντας. Διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοιτῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων. Παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις. Κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες [237e] εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάσσουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. Γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως δι� αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν. Τὸ δ� ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵν� ἐθίζωνται μηδέποτε γίνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν· οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι, καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης· τὸ δ� ἀνοψίαν ὑποφέρειν [237f] καὶ βρῶμα τὸ τυχὸν προσφέρεσθαι ᾤοντο ὑγιεινότερα τὰ σώματα καὶ εὐαυξῆ ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος μὴ πιεζόμενον ἐπαίρειν εἰς ὕψος τὰ σώματα· καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους διὰ βάρος ἀντιβαίνειν. Ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδενὸς ἧττον· [238a] κέντρον δ� εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. Καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δ� ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον· ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις. Τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν � Ἁμές ποτ� ἦμες ἄλκιμοι νεανίαι· � [238b] εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος [ἔλεγεν] � Ἁμὲς δέ γ� εἰμές· αἰ δὲ λῇς, αὐγάσδεο· � ὁ δὲ τρίτος ὁ τῶν παίδων � Ἁμὲς δέ γ� ἐσσόμεσθα πολλῷ κάρρονες. � Καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ ἦσαν πρὸς ἀνδρείαν καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. Ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ· διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς. [238c] Εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον· ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτατον ὄντα καὶ ἄριστον τῶν καθ� ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν· μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον. Τιμοθέου δ� ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτόν, ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν. [238d] Τῶν δὲ ταφῶν ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν συγχωρήσας. Περιεῖλε δὲ καὶ τοὺς μιασμούς, συνθάπτειν δ� οὐδὲν ἐπέτρεψεν, ἀλλ� ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατ� ἴσον ἅπαντας. Ἀνεῖλε καὶ τὰς ἐπιγραφὰς τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς. Ἀποδημεῖν δ� οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετάσχωσι. Καὶ ξενηλασίας δ� εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες [238e] μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπάρχωσι. Τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων. Ἔνιοι δ� ἔφασαν, ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ ταύτην τὴν ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε *** τῆς ἀρχῆθεν διατεταγμένης μοίρας· πωλεῖν δ� οὐκ ἐξῆν. Τοῖς τῶν πλησίον οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν· καὶ ἐν ἀγρῷ δ� εἴ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ ταμιεῖα σημηνάμενος κατέλειπεν. [238f] Ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχειν· καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον. Ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δ� ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα· ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι. [239a] Ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι. Εὐχὴ δ� αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν. Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον· καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων. Ἐπιλέγουσι δὲ καὶ [οἱ] παροιμιαζόμενοι � Τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν, � ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή. Τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας. Ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλ� ἔξωθεν βοᾶν. [239b] Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο. Κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτ� ἐν σπουδῇ μήτ� ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις. Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν·
� Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ [239c] Κόραις καὶ κόροις κοινὰ τὰ ἱερά. Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολεμίων ἠδικεῖτο. Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλε. Τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο. Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθικτὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν. Οἱ παῖδες παρ� αὐτοῖς ξαινόμενοι μάστιξι δι� ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, [239d] ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσει τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. Καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις· γίνεται δὲ καθ� ἕκαστον ἔτος. Ἓν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν· χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείας οὐδ� ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. Οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην 〈τελοῦντες〉. [239e] Ἐπάρατον δ� ἦν πλείονός τινα μισθῶσαι, ἵν� ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, αὐτοὶ δὲ μὴ πλέον ἐπιζητῶσιν. Ἀπείρητο δ� αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν· ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάσσης κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. Ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων συναχθέντων τοῖς Λακεδαιμονίοις οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη � Ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ· � [239f] ἀλλ� ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα. Τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων· κατ� ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ φιλοπλουτίας παρεισδυομένης [240a] καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο· καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς εἶχον πρὸς αὐτούς. Ἀλλ� ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλασσαν ἀναγορευσάντων, καὶ μεταξὺ δ� Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, [240b] οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτ� εἰς συνέδριον κοινὸν εἰσῆλθον οὔτε φόρον ἤνεγκαν· ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο. ΑΡΧΙΛΕΩΝΙΣ [240c] Ἀρχιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δ� ἐκείνων καὶ λεγόντων ἄριστον ἐν τοῖς ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν· � )῀Ω ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δ� ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας. � ΓΟΡΓΩ [240d] Γοργώ, βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, � Καταφθερεῖ σε � ἔφη, � ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς. � Προστάξαντος δέ ποτ� αὐτῇ τοῦ πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος � Ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν �, � Οὐκοῦν, ὦ πάτερ � ἔφη, � ὅ τ� οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες ἔσονται. � Τὸν δ� Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη [240e] � Πάτερ � ἔφη, � ὁ ξένος χεῖρας οὐκ ἔχει. � Ξένου δέ τινος μάλα 〈κε〉κος〈μημένῃ〉 στολῇ προσάγοντος, παρωσαμένη αὐτόν � Οὐκ ἄπει ἐντεῦθεν � εἶπεν � οὐδὲ τὰ τῆς γυναικὸς δυνάμενος; � Ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς � Διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι; � � Ὅτι � ἔφη � καὶ τίκτομεν μόναι ἄνδρας. � Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δ� ἔφη � Ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν. � ΓΥΡΤΙΑΣ Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, � Οὐ σιωπήσετε; � ἔφη· � ἔδειξε γὰρ οἵου αἵματος ἦν, � καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶσθαι ἀλλ� ἰατρεύεσθαι. [240f] Ὅτε δ� ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, � Οὐκ ἔμελλεν � ἔφη � πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπ� ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν ἐκείνους; ἥδιον δ� ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν. � ΔΑΜΑΤΡΙΑ Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε· τὸ δ� ἐπίγραμμα ἐπ� αὐτῆς τόδε·
� Τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, Ἑτέρα [241a] Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα � Οὐκ ἐμὸν τὸ φίτυμα. � Ἐφ� ἧς τὸ ἐπίγραμμα τόδε·
� Ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος [241b] Ἄλλη τὸν υἱὸν ἐν παρατάξει μαθοῦσα πεσόντα ἔφη·
� Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς Ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ � Κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν ἔκνιψαι ἢ μὴ ἔσο. � Ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, � Ποῖ � φησίν � ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; � ἀνασυραμένη καὶ ἐπιδείξασα αὐτοῖς τὴν κοιλίαν. Προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο τί πράσσει ἡ πατρίς· εἰπόντος δέ � Πάντες ἀπολώλασι �, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα � σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν; � Διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, � Εἶτ� οὐκ αἰσχρόν � εἶπε � τῆς τοιαύτης συνοδίας ἀτυχῆσαι; � Ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, [241c] ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ αὐτῇ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, � Ἀλλ� οὐ τοῦτ� ἐπυθόμην � εἶπε, � κακὸν ἀνδράποδον, ἀλλὰ τί πράσσει ἡ πατρίς. � Φήσαντος δὲ ὅτι νικᾷ, � Ἀσμένη τοίνυν � εἶπε � δέχομαι καὶ τὸν τῶν παίδων θάνατον. � Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ � Ὦ γύναι, τᾶς τύχας � εἶπε, � νὴ τὼ σιώ, ἀλλὰ τᾶς καλᾶς γ� � ἔφη· � Οὗ γὰρ αὐτὸν ἕνεκεν ἔτεκον, ἵν� ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτό μοι συνέβη. � Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, [241d] Λάκαινα ἐπιδείξασα τοὺς τέσσαρας υἱοὺς ὄντας κοσμιωτάτους, τοιαῦτα ἔφη δεῖν εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ μεγαλαυχεῖν ἐπὶ τούτοις καὶ ἐπαίρεσθαι. Ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε � Κακά τευ φάμα κακκέχυται· ἢ ταύταν ἀπόθευ ἢ μὴ ἔσο. � Παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Πεδαρίτου κατηγόρουν· μεταπεμψαμένη δ� αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν αὐτῷ [241e] � Ἁ μάτηρ Πεδαρίτῳ. Ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν. � Ἑτέρα ἐπ� ἀδικήματι τῷ παιδὶ κρινομένῳ � Τέκνον � εἶπεν, � ἢ τᾶς αἰτίας σεαυτὸν ἢ τοῦ ζῆν ἀπόλυσον. � Ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, � Τέκνον � εἶπε, � κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο. � Ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, � Ἐὰν τῆς ἀρετῆς � εἶπε � μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις. � Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν. Αἰσχυνομένῳ δ� αὐτῷ ἐπὶ τῷ γελοίῳ ἡ μήτηρ [241f] � Καὶ πόσῳ βέλτιον, ὦ τέκνον � εἶπε, � μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτων; � Ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη � Τέκνον � ἔφη, � ἢ ταύταν ἢ ἐπὶ ταύτας. � Ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα � Ταύτην � ἔφη � ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο. � Ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε � [Καὶ] βῆμα πρόσθες. � [242a] Ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, � Ἐμὸς γὰρ ἦς � εἶπε. Περὶ δὲ τοῦ ἑτέρου πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, � Οὐ γὰρ ἦς ἐμός � ἔφη. Ἑτέρα ἀκούσασα τεθνηκέναι τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο � Κάτθετ� αὐτόν � ἔφη, � ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός. � Ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν γενομένων θνήσκειν. Οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν � Ὡς πολλῷ κάλλιον, [242b] ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγενόμενον ζῆν. � Διηγουμένου τινὸς τῇ ἀδελφῇ γενναῖον θάνατον τοῦ παιδὸς αὐτῆς, ἐκείνη εἶπεν ὅτι � Ὅσον ἐπ� ἐκείνῳ γέγηθα, τοσοῦτον ἐπὶ σοὶ ἄχθομαι, ἐναρέτου συνοδίας ἀπολειφθέντι. � [242c] Λακαίνῃ τις προσέπεμψεν, εἰ φθορᾷ συνεπινεύει. Ἡ δ� ἔφη � Παῖς μὲν οὖσα ἔμαθον τῷ πατρὶ πείθεσθαι, καὶ τοῦτο ἔπραξα· γυνὴ δὲ γενομένη τῷ ἀνδρί· εἰ οὖν δίκαιά με παρακαλεῖ, τούτῳ φανερὸν ποιησάτω πρῶτον. � Παρθένος πενιχρὰ ἐρωτηθεῖσα τίνα δίδωσι τῷ γαμοῦντι προῖκα, � Τὴν πάτριον � εἶπε � σωφροσύνην. � Λάκαινα ἐρωτηθεῖσα εἰ ἀνδρὶ προσελήλυθεν � Οὐκ ἐγώ � εἶπεν � ἀλλ� ὁ ἀνὴρ ἐμοί. � Κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πολλοὺς πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ ἀσχημοσύνῃ τὸ εὔσχημον προσπεσὸν ἐνίκησε. Λάκαινα πιπρασκομένη καὶ ἐρωτωμένη τί ἐπίσταται ἔφη � Πιστὰ ἦμεν. � Ἄλλη αἰχμαλωτισθεῖσα καὶ ἐρωτωμένη παραπλησίως � Εὖ οἰκεῖν οἶκον � ἔφη. Ἐρωτηθεῖσά τις ὑπό τινος, εἰ ἔσται ἀγαθή, ἂν αὐτὴν ἀγοράσῃ, εἶπε � Κἂν μὴ ἀγοράσῃς. � [242d] Ἄλλη πιπρασκομένη, τοῦ κήρυκος πυνθανομένου τί ἐπίσταται, � Ἐλευθέρα � εἶπεν � ἦμεν. � Ὡς δὲ ὁ ὠνησάμενος προσέτασσέ τινα αὐτῇ οὐχ ἁρμόζοντα ἐλευθέρᾳ, εἰποῦσα � Οἰμώξῃ φθονήσας σεαυτῷ τοιούτου κτήματος � ἐξήγαγεν ἑαυτήν. |