ΖΕΥΣ ή ΔΙΑΣ ;
Το όνομα του Θεού δεν είναι “Ζεύς” – “Δίας” αλλά “Ζεύς” – “Ζήν”
Toυ Παναγιώτη Γουλέτα, (6/1/2011)Ζεύς:
Ὁ θεός. Κορνοῦτος ἐν τῷ περὶ Ἑλληνικῆς θεολογίας φησὶν, ὅτι ψυχή ἐστι τοῦ παντὸς κόσμου, παρὰ τὸ ζωὴ καὶ αἰτία εἶναι τοῖς ζῶσι τοῦ ζῆν• καὶ διὰ τοῦτο βασιλεὺς λέγεται τῶν ὅλων, ὡς καὶ ἐν ἡμῖν ἡ ψυχή. ῍Η ὅτι ἔζησε μόνος τῶν τοῦ Κρόνου παίδων, καὶ οὐ κατεπόθη. ῍Η ἀπὸ τοῦ ζῆν καὶ τοῦ ἄω• τὸ γὰρ ζωοποιόν ἐστι πνεῦμα. ῍Η παρὰ τὸ ΖΑ καὶ τὸ αὔω, τὸ βοῶ, ὁ μεγάλως αὔων. ῍Η παρὰ τὸ δέος• φοβερὸς γάρ. ῍Η παρὰ τὸ δεύω, τὸ βρέχω, δεύσω, Δεὺς καὶ Ζεύς• ὑέτιος γὰρ ὁ θεός. ῍Η παρὰ τὴν ζέσιν• θερμότατος γὰρ ὁ ἀήρ. ῍Η παρὰ τὸ ζέω, Ζεὺς, ὡς τρέω Τρεὺς, καὶ Ἀτρεύς. Σημαίνει δὲ τέσσαρα• τὸν θεὸν, ἢ τὸν οὐρανὸν, ὡς τὸ, Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶας• σημαίνει καὶ τὸν Ποσειδῶνα, ὡς τὸ, Ζεὺς δὲ κατὰ πόντον ἐτάραξεν σημαίνει καὶ τὸν καταχθόνιον θεὸν, ὡς τὸ, Ζεύς τε καταχθόνιος. Ὁ Πλούτων, Ἰλιάδος ι. σημαίνει καὶ τὸν ἥλιον, ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς. Διός• ὁ κανών• δύο κανόνες εἰσὶν οἱ μαχόμενοι• ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλαβον ὀξύτονον μακροκατάληκτον εἰς λῆγον διὰ καθαροῦ τοῦ ΟΣ κλινόμενον τὸν χρόνον τῆς εὐθείας φυλάττει καὶ ἐν τῇ γενικῇ• οἷον, δμὼς, δμωός• θὼς, θωός• καὶ ὤφειλεν εἶναι Ζεὺς, Ζευός• ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς «εὺς» διὰ τοῦ «έοσ» κλίνονται• καὶ ὤφειλεν εἶναι Ζεὺς, Ζέος. Τῶν οὖν δύο κανόνων μαχομένων, εἰσῆλθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς Διός.(Βλ., Μέγα Ετυμολογικό Λεξικό στο λήμμα «Ζευς»)
Δίας: Παρὰ τὴν Διὸς γενικὴν, Δίας. ῍Η εἷς τῶν Πελοπιδῶν. Γίνεται παρὰ τὸ Δέος, Δεΐας• καὶ ἐν συναλοιφῇ, Δείας, διὰ τῆς ΕΙ διφθόγγου• ὁ δέος ἐμποιῶν. (Βλ., Μέγα Ετυμολογικό Λεξικό στο λήμμα «Δίας»)